Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.37 Joseph. AJ 7.41 (English) >>Joseph. AJ 7.44

7.39

Δαυίδης δʼ ἀκούσας ἀνῃρημένον τὸν Ἀβεννῆρον ἤλγησε μὲν τὴν ψυχήν, ἐμαρτύρατο δὲ πάντας ἀνατείνων εἰς τὸν θεὸν τὴν δεξιὰν καὶ βοῶν, ὡς οὔτε κοινωνὸς εἴη τῆς Ἀβεννήρου σφαγῆς, οὔτε κατʼ ἐντολὴν καὶ βούλησιν ἰδίαν ἀποθάνοι. ἀρὰς δὲ κατὰ τοῦ πεφονευκότος αὐτὸν δεινὰς ἐτίθετο καὶ τὸν οἶκον ὅλον αὐτοῦ καὶ τοὺς συμπράξαντας ὑπευθύνους ἐποιεῖτο ταῖς ὑπὲρ τοῦ τετελευτηκότος ποιναῖς· 7.40ἔμελε γὰρ αὐτῷ μὴ δόξαι παρὰ τὰς πίστεις καὶ τοὺς ὅρκους οὓς ἔδωκεν Ἀβεννήρῳ τοῦτο εἰργάσθαι. προσέταξε μέντοι γε παντὶ τῷ λαῷ κλαίειν καὶ πενθεῖν τὸν ἄνδρα καὶ τοῖς νομιζομένοις τιμᾶν αὐτοῦ τὸ σῶμα περιρρηξαμένῳ μὲν τὰς ἐσθῆτας ἐνδύντι δὲ σάκκους, ταῦτα δὲ ποιεῖν προάγοντας τὴν κλίνην. 7.41αὐτὸς δʼ ἐφείπετο μετὰ τῶν γεγηρακότων καὶ τῶν ἐν ἡγεμονίαις ὄντων κοπτόμενός τε καὶ τοῖς δακρύοις ἐνδεικνύμενος τό τε εὔνουν τὸ πρὸς τὸν ζῶντα καὶ τὴν ἐπὶ τεθνηκότι λύπην, καὶ ὅτι μὴ κατὰ τὴν αὐτοῦ γνώμην ἀνῄρηται. 7.42θάψας δʼ αὐτὸν ἐν Γιβρῶνι μεγαλοπρεπῶς καὶ ἐπιταφίους τε συγγραψάμενος θρήνους αὐτὸς ἐπὶ τοῦ τάφου στὰς πρῶτος ἀνεκλαύσατο καὶ παρέδωκε τοῖς ἄλλοις. οὕτως δʼ αὐτὸν Ἀβεννήρου συνέσχε θάνατος, ὡς μηδὲ τροφὴν ἀναγκαζόντων αὐτὸν τῶν ἑταίρων λαβεῖν, ἀλλʼ ὤμοσε γεύσεσθαι μηδενὸς ἄχρι ἡλίου δυσμῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.37 Joseph. AJ 7.41 (English) >>Joseph. AJ 7.44

Powered by PhiloLogic